Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.260 Joseph. AJ 1.264 (English) >>Joseph. AJ 1.269

1.262εἶτα αὐτομάτου παρασχόντος αὐτῷ τὴν φρεωρυχίαν ἀνεπικώλυτον, Ῥοωβὼθ τὸ φρέαρ ὠνόμασεν· εὐρύχωρον ἀποσημαίνει τὸ ὄνομα. τῶν δὲ προτέρων τὸ μὲν Ἔσκον καλεῖται· μάχην ἄν τις αὐτὸ φήσειε· τὸ δʼ ἕτερον Σύαιναν· ἔχθραν ἀποσημαίνει τὸ ὄνομα. 1.263

Ἰσάκῳ μὲν οὖν ἀκμάζειν συνέβαινε τὴν ἰσχὺν ὑπὸ μεγέθους πραγμάτων, Ἀβιμέλεχος δὲ κατʼ αὐτοῦ φύεσθαι νομίζων τὸν Ἴσακον, ὑπόπτου μὲν αὐτοῖς καὶ τῆς συνδιαιτήσεως γενομένης, ἐπʼ οὐ φανερᾷ δὲ ἔχθρᾳ τοῦ Ἰσάκου ὑπεκστάντος, δείσας μὴ τῆς προτέρας αὐτῷ φιλίας οὐδὲν ὄφελος γένηται πρὸς ἄμυναν ὧν ἔπαθεν Ἰσάκου τραπέντος φιλίαν ἄνωθεν ποιεῖται πρὸς αὐτὸν ἕνα τῶν στρατηγῶν Φίλοχον ἐπαγόμενος. 1.264πάντων δὲ τετυχηκὼς ὧν ἠξίου διὰ τὴν Ἰσάκου χρηστότητα ὀργῆς προσφάτου πρεσβυτέραν χάριν εἰς αὐτόν τε καὶ τὸν πατέρα γεγενημένην προτιμῶντος ἀπῆρεν εἰς τὴν ἑαυτοῦ. 1.265

Τῶν δὲ Ἰσάκου παίδων Ἡσαῦς, περὶ ὃν μάλιστα πατὴρ ἐσπουδάκει, τεσσαράκοντα γεγονὼς ἔτη γαμεῖ Ἄδαν τὴν Ἥλωνος καὶ Ἀλιβάμην τὴν Εὐσεβεῶνος δυναστευόντων ἐν Χαναναίοις ἀνδρῶν θυγατέρας, ἑαυτὸν ποιήσας τῆς περὶ τὸν γάμον ἐξουσίας κύριον καὶ μηδὲ τῷ πατρὶ συμβουλευσάμενος· 1.266οὐδὲ γὰρ ἂν ἐπέτρεψεν Ἴσακος ἐπʼ αὐτῷ τῆς γνώμης γενομένης· οὐ γὰρ ἦν αὐτῷ διʼ ἡδονῆς συνάψασθαι συγγένειαν πρὸς τοὺς ἐπιχωρίους. οὐ βουλόμενος δὲ ἀπεχθὴς εἶναι τῷ παιδὶ κελεύων ἀφίστασθαι τῶν γυναικῶν σιγᾶν ἔκρινε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.260 Joseph. AJ 1.264 (English) >>Joseph. AJ 1.269

Powered by PhiloLogic